Κυριακή τῆς Πεντηκοστῆς

    Εὐαγγελικὸ κείμενο
 
    Ἐκ τοῦ κατὰ Ἰωάννην, ζ΄ 37 - 52, η΄ 12

    Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 38ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. 40πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· 41ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ Χριστός· οἱ δὲ ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; 42οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης, ὅπου ἦν Δαυῒδ, ὁ Χριστὸς ἔρχεται; 43σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι' αὐτόν. 44τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας. 45Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διατί οὐκ ἠγάγετε αὐτόν; 46ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. 47ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; 49ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! 50λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτὸν, εἷς ὢν ἐξ αὐτῶν· 51Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; 52ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.

Κηρύγματα Κυριακῆς τῆς Πεντηκοστῆς

"Πνεύματος ἐπιδημία"

2025-06-06 10:38
  Ποταμοὶ ἀνεξάντλητοι      Ὁ Κύριος βρίσκεται στὴν Ἱερουσαλὴμ τὴν τελευταία ἡμέρα τῆς μεγάλης ἑορτῆς της Σκηνοπηγίας. Οἱ Ἰουδαῖοι συμμετεῖχαν στὴν ἑορτὴ αὐτὴ γιὰ νὰ θυμοῦνται τὴν πορεία τῶν προγόνων τους ἀπὸ τὴν Αἴγυπτο στὴ γῆ τῆς Ἐπαγγελίας. Γι’ αὐτὸ καὶ ἐπὶ...

Κυριακὴ τῆς Πεντηκοστῆς

2025-06-06 10:29
    Ὁ Κύριος μας πρό τοῦ Πάθους,  προετοίμαζε  τούς ἀδύναμους στήν πίστη μαθητές Του γιά τά γεγονότα τά ὀδυνηρά, ἀλλά πρόσκαιρα, πού θά ἀκολουθοῦσαν, ὥστε  νά  μήν σκανδαλιστοῦν καί ἀπογοητευθοῦν.      Ὅταν, λοιπόν,  τούς ...

Κυριακάτικο κήρυγμα Πεντηκοστῆς

2025-06-06 10:27
    Πεντηκοστὴ σήμερα, πλήρωμα καὶ ἐπιφοίτηση τοῦ Ἁγίου Πνεύματος στοὺς ἁγίους Ἀποστόλους ἀλλὰ καὶ σὲ ὁλόκληρη τὴν Ἐκκλησία, ἐκπλήρωση τῆς ὑποσχέσεως τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ ὅτι δὲν θὰ ἐγκαταλείψει μὲ τὴν Ἀνάληψή Του τὸν κόσμο, ἀλλὰ θὰ στείλει τὸν Παράκλητο, γιὰ νὰ...