Κυριακή τῶν Ἁγίων Πατέρων

Εὐαγγελικὸ κείμενο
Ἐκ τοῦ κατὰ Ἰωάννην, ιζ΄ 1 – 13
Τῷ καιρῷ ἐκείνῳ ἐπάρας ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, εἶπε· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱὸς σου δοξάσῃ σέ, 2καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον. 3αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. 4ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελειώσα ὃ δέδωκάς μοι ἵνα ποιήσω· 5καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. 6Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου. σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας, καὶ τὸν λόγον σου τετηρήκασι. 7νῦν ἔγνωκαν ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν· 8ὅτι τὰ ῥήματα ἃ ἔδωκάς μοι δέδωκα αὐτοῖς, καὶ αὐτοὶ ἔλαβον καὶ ἔγνωσαν ἀληθῶς ὅτι παρὰ σοῦ ἐξῆλθον, καὶ ἐπίστευσαν ὅτι σύ με ἀπέστειλας. 9ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι, 10καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. 11καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσί, καὶ ἐγὼ πρὸς σὲ ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου οὓς δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς. 12ὅτε ἤμην μετ' αὐτῶν ἐν τῷ κόσμῳ, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου οὓς δέδωκάς μοι ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. 13νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν αὑτοῖς.
Κήρυγμα Κυριακῆς τῶν Ἁγίων Πατέρων
Μήνυμα Σεβασμιωτάτου Μητροπολίτου Αἰτωλίας καὶ Ἀκαρνανίας κ Δαμασκηνοῦ γιὰ τὴν Κυριακὴ τῆς Πεντηκοστῆς
2025-06-06 11:02
Ἀγαπητοί μου Πατέρες καί Ἀδελφοί,
Παιδιά μου ἐν Κυρίῳ ἀγαπημένα,
Κυριακὴ τῆς Πεντηκοστῆς σήμερα. Κυριακὴ τῆς ἐκπληρώσεως μιᾶς ὑποσχέσεως. Κυριακὴ ἀναγεννήσεως καὶ φωτισμοῦ. Ἡμέρα ἐναρκτήρια τῆς διαρκοῦς παρουσίας τῆς Θείας Χάριτος στὴν ἱστορία τῆς Οἰκουμένης ἀλλὰ καὶ στὴν...
Κυριακὴ τῶν Ἁγίων Πατέρων
2025-06-06 10:58
Ἡ σημερινή Κυριακή, ἀδελφοί μου Χριστιανοί, λέγεται «Κυριακή τῶν Ἁγίων Πατέρων» πρίν τήν Πεντηκοστή. Λέγεται ἔτσι ἤ γιατί ὅσα ἀκούσαμε ἤ θά ἀκούσουμε τίς ἑορτές αὐτές εἶναι δημιουργήματα τῶν Ἁγίων Πατέρων ἤ – τό καλύτερο – νά ποῦμε εἶναι ὅτι τό Ἅγιο Πνεῦμα ἀναδεικνύει τούς...
Κυριακὴ τῶν Ἁγίων Πατέρων τῆς Α’ Οἰκουμενικῆς Συνόδου
2025-06-06 10:56
Κατὰ τὴ σημερινὴ Κυριακὴ ἔχει ὁρίσει ἡ Ἐκκλησία μας νὰ ἑορτάζουμε καὶ νὰ τιμοῦμε τὴν μνήμη τῶν ἁγίων 318 Πατέρων τῆς Α’ Οἰκουμενικῆς Συνόδου, ποὺ συνῆλθε στὴ Νίκαια τῆς Βιθυνίας τὸ 325 μ.χ., καταδίκασε τὴν αἵρεση τοῦ Ἀρειανισμοῦ καὶ θέσπισε τὸ Σύμβολο τῆς...